somdn_product_page

Breastfeeding ⸱ Allattamento

ISSN: 2785-2717 Category:

Breastfeeding has been an extremely controversial topic since the ancient world. The belief in the haemogenesis of human milk has created numerous prejudices, linked for example to the evil eye. Moreover, the many indications for the choice of the wet-nurse and the belief in milk kinship are also related to the ambiguous nature of breast milk.

L’allattamento al seno è stato un argomento estremamente controverso sin dai tempi antichi. La credenza nell’emogenesi del latte umano ha creato svariati pregiudizi, legati ad esempio al malocchio. Le numerose indicazioni per la scelta della balia e la credenza nella fratellanza di latte sono pure verosimilmente da legare all’ambigua natura del latte materno.

[nov. 2021]

Auctores

A
Latte umano come derivato del sangue mestruale
Human milk as a derivative of menstrual blood

● Hipp. Epid. 2,17, Littré 5, 118: Τῶν βρωμάτων καὶ πομάτων οἱ ὦμοι καὶ οἱ μαστοὶ ἐμφυσῶνται· καὶ τῶν ἐν τῇ κεφαλῇ αἱ ἀκρησίαι καὶ τὰ ἐμφυσήματα ποιέουσιν· αὔξησις, ἔστ’ ἂν τὰ ὀστέα στερεωθῇ. Τῶν ἐπιμηνίων περίοδος, τὰ πρὸ τούτων βάρεα ἀδελφὰ τῶν ὀκταμήνων πόνων. Πρωτοτόκων τὰ γάλακτα, τῆς μὲν ὀκταμήνου ἀπαρτιζούσης, τῆς δὲ τροφῆς μεταβαλλούσης· διὸ τὰ γάλακτα, ἀδελφὰ τῶν ἐπιμηνίων· πρὸς δεκάμηνον τεινόντων γενόμενα, κακόν.

● Aristot. GA 4,8,776a-776b e 777a: Τὸ δὲ γάλα γίγνεται τοῖς θήλεσιν ὅσα ζῳοτοκεῖ ἐν αὑτοῖς χρήσιμον μὲν εἰς τὸν χρόνον τὸν τοῦ τόκου· τῆς γὰρ τροφῆς χάριν αὐτὸ τῆς θύραζε ἐποίησεν ἡ φύσις τοῖς ζῴοις ὥστ’ οὔτ’ ἐλλείπειν αὐτὸ ἐν τῷ χρόνῳ τούτῳ οὐθὲν οὔθ’ ὑπερβάλλειν οὐθέν· ὅπερ καὶ φαίνεται συμπῖπτον ἂν μή τι γένηται παρὰ φύσιν. τοῖς μὲν οὖν ἄλλοις ζῴοις διὰ τὸ τὸν χρόνον ἕνα τῆς κυήσεως εἶναι πρὸς τοῦτον ἀπαντᾷ τὸν καιρὸν ἡ πέψις αὐτοῦ· τοῖς δ’ ἀνθρώποις ἐπεὶ πλείους οἱ χρόνοι κατὰ τὸν πρῶτον ἀναγκαῖον ὑπάρχειν· διὸ πρὸ τῶν ἑπτὰ μηνῶν ἄχρηστον τὸ γάλα ταῖς γυναιξί, τότε δ’ ἤδη γίγνεται χρήσιμον. εὐλόγως δὲ συμβαίνει καὶ διὰ τὴν ἐξ ἀνάγκης αἰτίαν πεπεμμένον εἰς τοὺς τελευταίους χρόνους· τὸ μὲν γὰρ πρῶτον ἡ τοῦ τοιούτου περιττώματος ἀπόκρισις εἰς τὴν τῶν ἐμβρύων ἀναλίσκεται γένεσιν· πάντων δ’ ἡ τροφὴ τὸ γλυκύτατον καὶ πεπεμμένον, ὥστ’ ἀφαιρουμένης τῆς τοιαύτης δυνάμεως ἀνάγκη τὸ λοιπὸν ἁλμυρὸν γίγνεσθαι καὶ δύσχυμον. τελεουμένων δὲ τῶν κυημάτων πλέον τε τὸ περίττωμα τὸ περιγιγνόμενον (ἔλαττον γὰρ τὸ ἀναλισκόμενον) καὶ γλυκύτερον, οὐκ ἀφαιρουμένου ὁμοίως τοῦ εὐπέπτου. οὐ γὰρ ἔτι εἰς πλάσιν τοῦ ἐμβρύου γίγνεται ἡ δαπάνη ἀλλ’ εἰς μικρὰν αὔξησιν, ὥσπερ ἑστηκὸς ἤδη διὰ τὸ τέλος ἔχειν τὸ ἔμβρυον· ἔστι γάρ (776b) τις καὶ κυήματος τελείωσις. διόπερ ἐξέρχεται καὶ μεταβάλλει τὴν γένεσιν ὡς ἔχον τὰ αὑτοῦ καὶ οὐκέτι λαμβάνει τὸ μὴ αὑτοῦ, ἐν ᾧ καιρῷ γίγνεται τὸ γάλα χρήσιμον. […] Ὅτι μὲν οὖν ἐστι τὸ γάλα τὴν αὐτὴν ἔχον φύσιν τῇ ἀποκρίσει ἐξ ἧς γίγνεται ἕκαστον, δῆλον, εἴρηται δὲ καὶ πρότερον. ἡ γὰρ αὐτὴ ὕλη ἥ τε τρέφουσα καὶ ἐξ ἧς συνιστᾷ τὴν γένεσιν ἡ φύσις. ἔστι δὲ τοῦτο ἡ αἱματικὴ ὑγρότης τοῖς ἐναίμοις· τὸ γὰρ γάλα πεπεμμένον αἷμά ἐστιν ἀλλ’ οὐ διεφθαρμένον. Ἐμπεδοκλῆς δ’ἢ οὐκ ὀρθῶς ὑπελάμβανεν ἢ οὐκ εὖ μετήνεγκε ποιήσας ὡς τὸ γάλα μηνὸς ἐν ὀγδοάτου δεκάτῃ πύον ἔπλετο λευκόν.

B
Latte umano e malocchio
Human milk and evil eye

● Plin. nat. 28, 7, 39: Nos si haec, et illa credamus rite fieri, extranei interventu aut si dormiens spectetur infans a nutrice terna adspui, quamquam illos religione tutatur et fascinus inperatorum quoque, non solum infantium custos qui deus inter sacra Romana a Vestalibus colitur et currus triumphantium sub his pendens defendit medicus invidiae, iubetque cosdem respicere similis medicina linguae, ut sit exorata a tergo Fortuna gloriae carnifex.

● Pers. Sat. 2, 31-34:
ecce auia aut metuens diuum matertera cunis
exemit puerum frontemque atque uda labella
infami digito et lustralibus ante saliuis
expiat, urentis oculos inhibere perita

C
Colostro come sangue “putrefatto”
Colostrum as “spoiled” blood

● Aristot. GA, 4, 8, 777a: […] Ὅτι μὲν οὖν ἐστι τὸ γάλα τὴν αὐτὴν ἔχον φύσιν τῇ ἀποκρίσει ἐξ ἧς γίγνεται ἕκαστον, δῆλον, εἴρηται δὲ καὶ πρότερον. ἡ γὰρ αὐτὴ ὕλη ἥ τε τρέφουσα καὶ ἐξ ἧς συνιστᾷ τὴν γένεσιν ἡ φύσις. ἔστι δὲ τοῦτο ἡ αἱματικὴ ὑγρότης τοῖς ἐναίμοις· τὸ γὰρ γάλα πεπεμμένον αἷμά ἐστιν ἀλλ’ οὐ διεφθαρμένον. Ἐμπεδοκλῆς δ’ἢ οὐκ ὀρθῶς ὑπελάμβανεν ἢ οὐκ εὖ μετήνεγκε ποιήσας ὡς τὸ γάλα μηνὸς ἐν ὀγδοάτου δεκάτῃ πύον ἔπλετο λευκόν.

D
Requisiti per la balia ideale

Requirements for the ideal wet-nurse

● Sor. 2, 12, 19-27; 14, 24: Περὶ ἐκλογῆς τιτθῆς. (1) Ἐκλεκτέον δὲ τὴν τιτθὴν οὔτε νεωτέραν ἐτῶν εἴκοσιν οὔτε πρεσβυτέραν ἐτῶν τεσσαράκοντα, προκεκυηκυῖαν δὶς ἢ τρίς, ἄνοσον, εὐεκτοῦσαν, εὐμεγέθη τῷ σώματι καὶ εὐχρουστέραν, μαστοὺς ἔχουσαν συμμέτρους, χαύνους μαλακοὺς | ἀρρυσώτους, καὶ θηλὰς μήτε μεγάλας μήτε μικροτέρας καὶ μήτε πυκνοτέρας μήτε ἄγαν σηραγγώδεις καὶ ἀθροῦν ἀφιείσας τὸ γάλα, σώφρονα, συμπαθῆ καὶ ἀόργιστον, (2) Ἑλληνίδα, καθάριον. τούτων δὲ ἕκαστον παρακειμένους ἔχει τοὺς ἐπιλογισμούς. ἀκμάζουσαν μὲν γάρ, ὅτι αἱ νεώτεραι <μὲν> ἄπειροι παιδοτροφίας ὑπάρχουσιν καὶ ἀμελεστέραν ἔτι καὶ παιδικὴν ἔχουσι τὴν γνώμην, πρεσβύτεραι δὲ διὰ τὴν ἀτονίαν τοῦ σώματος ὑδαρέστερον γεννῶσι τὸ γάλα, ταῖς δὲ ἀκμαζούσαις συνευτονεῖ πᾶν φυσικὸν ἔργον. (3) προκεκυηκυῖαν δὲ δὶς ἢ τρίς, ὅτι αἱ πρωτοτόκοι μὲν ἀκμὴν παιδοτροφίας ἀγύμναστοι καὶ παιδικὸν ἔτι καὶ ἀμέγεθες καὶ πυκνότερον τὸ σύγκριμα τῶν μαστῶν ἔχουσιν, αἱ δὲ πολλάκις μὲν ἀποκυήσασαι, πολλάκις δὲ νηπιοτροφήσασαι, ῥακώδεις οὖσαι, λεπτὸν καὶ οὐκ ἀκμαῖον (4) ἀποτελοῦσι τὸ γάλα. <ἄνοσον δέ, ὅτι ὑγιὲς μὲν τὸ γάλα> καὶ τρόφιμον ἐξ ὑγιεινοῦ σώματος, νοσῶδες δὲ καὶ φαῦλον ἐκ νοσεροῦ, καθάπερ καὶ τὸ διὰ τῆς γῆς φαύλης ῥέον ὕδωρ καὶ αὐτὸ γεννᾶται φαῦλον ταῖς (5) ἐκ τῶν εὐρυχωριῶν διαφθειρόμενον ποιότησιν. εὐεκτοῦσαν δέ, τοῦτ’ ἔστιν εὔσαρκόν τε καὶ ῥωμαλέαν, καὶ τοῦ αὐτοῦ μὲν χάριν, ἤδη δὲ καὶ τοῦ μὴ ῥᾳδίως εἰς τὰς ὑπηρεσίας καὶ τὰς νυκτερινὰς φροντίδας ἐξασθενεῖν, διὰ τοῦτο δὲ καὶ τὸ γάλα μεταβάλλειν ἐπὶ τὸ χεῖρον. (6) εὐμεγέθη δὲ τῷ σώματι· τροφιμώτερον γὰρ τῶν ἄλλων ἐπ’ ἴσης ἐχόντων τὸ ἀπὸ μεγάλων σωμάτων γάλα. εὐχρουστέραν δέ· μείζονα γὰρ ἐπὶ τῶν τοιούτων ἀγγεῖα | ἐπὶ τοὺς μαστοὺς ἀναφέρει τὴν ὕλην, (7) ὥστε πλεῖον τὸ γάλα γίνεσθαι. μαστοὺς δὲ ἔχουσαν συμμέτρους· οἱ μικροὶ μὲν γὰρ ὀλίγον ἔχουσι τὸ γάλα, οἱ ὑπέρογκοι δὲ καὶ περιττότερον τοῦ δέοντος, ὥστε μετὰ τὴν τιτθείαν εἰ μὲν ὑπομένοι τὸ πλεῖον, μηκέτι νεαρὸν αὐτὸ πρὸς τοῦ βρέφους ἑλκυσθήσεσθαι, τρόπῳ δέ τινι προδιεφθαρμένον, εἰ δὲ πᾶν ἀποθηλάζοιτο δι’ ἄλλων παιδίων ἢ καὶ ἑτέρων ζῴων, καταλυθήσεσθαι <τὴν> γαλουχοῦσαν. εἶθ’ οἱ μείζονες καὶ βαροῦσιν ἐπιπίπτοντες τοῖς τρεφομένοις· ἄλλως τέ τινες ὑπολαμβάνουσιν <αὐτοὺς> ὀλιγώτερον πολλάκις ἔχειν τὸ γάλα, πρὸς τὴν αὔξησιν τῆς σαρκὸς αὐτῶν δαπανωμένης τῆς εἰς αὐτοὺς φερομένης (8) τροφῆς καὶ οὐκ εἰς τὸ πλῆθος τοῦ γάλακτος. χαύνους δὲ καὶ μαλακοὺς καὶ ἀρρυσώτους καὶ μήτε φανεροῖς καταπεπλεγμένους τοῖς ἀγγείοις μήτε θρομβώδεις συστάσεις ἐναιωρουμένας ἔχοντας· οἱ πυκνοὶ μὲν γὰρ καὶ σκληροὶ καὶ καταπεπλεγμένοι τοῖς ἀγγείοις ὀλίγον τὸ γάλα ποιοῦσιν, οἱ ῥυσοὶ δὲ καὶ ῥακώδεις ὥσπερ ἐν τοῖς γραιώδεσι καὶ ἀραιοῖς συγκρίμασιν ὑδαρές, οἱ δὲ θρομβώδεις συστάσεις ἔχοντες παχὺ καὶ (9) ὑπανώμαλον. τὰς δὲ θηλὰς μήτε μεγάλας μήτε μικράς· αἱ μεγάλαι μὲν <γὰρ> θλίβουσιν τὰ οὖλα καὶ τῇ καταπόσει κωλύουσι συνεργεῖν τὴν γλῶσσαν, αἱ μικραὶ δὲ δυσεπίληπτοι τυγχάνουσιν καὶ κατ’ ὀλίγον <πέμπουσιν> ἐκροφοῦσιν τὸ γάλα, διὸ κακοπαθοῦντα τὰ βρέφη πρὸς (10) τὰς ἐκμυζήσεις ταῖς λεγομέναις ἄφθαις εἴωθεν περιπίπτειν. μήτε πυκνοτέρας μήτε σηραγγώδεις ἄγαν καὶ ἀθρόον | τὸ γάλα προϊεμένας· στενόποροι μὲν γὰρ οὐ ῥᾳδίως ἄνευ τοῦ θλίβεσθαι τὸ γάλα προϊᾶσιν, ὥστε κακοπαθεῖν ἐν ταῖς ἐκμυζήσεσιν τὰ βρέφη μὴ ἐπιχορηγουμένου τοσούτου γάλακτος, ὅσον ἐσπούδακεν ἐπισπάσασθαι, <αἱ> δὲ ἄγαν σηραγγώδεις κίνδυνον ἐπάγουσι πνιγμοῦ, πρὸς γὰρ τὴν ἐκμύζησιν ἀθροῦν (11) ἐπιφέρεται τῷ στόματι τὸ γάλα. σώφρονα δέ, πρὸς τὸ συνουσίας ἀπέχεσθαι καὶ μέθης καὶ λαγνείας καὶ τῆς ἄλλης ἡδονῆς καὶ ἀκρασίας. αἱ συνουσίαι μὲν γὰρ μετὰ τοῦ τὴν πρὸς <τὸ> τρεφόμενον φιλοστοργίαν ἀποψύχειν περισπασμῷ τῆς ἐκ τῶν ἀφροδισίων ἡδονῆς ἔτι καὶ φθείρουσι τὸ γάλα καὶ μειοῦσιν ἢ τελείως ἀφανίζουσιν, τὰς διὰ τῆς μήτρας (12) ἐρεθίζουσαι καθάρσεις ἢ συλλήψεις ἀποτελοῦσαι. διὰ δὲ τὰς μέθας πρῶτον μὲν ἡ γαλουχοῦσα βλάπτεται καὶ τῇ ψυχῇ καὶ τῷ σώματι, διὰ τοῦτο δὲ καὶ τὸ γάλα διαφθείρει· δεύτερον δὲ ὕπνῳ δυσδιεγέρτῳ κατεχομένη καταλείπει τὸ βρέφος ἀνεπιμέλητον ἢ καὶ κινδυνωδῶς ἐπ’αὐτῷ καταπίπτει· τρίτον ἡ τοῦ πλείονος οἴνου ποιότης συναναδίδοται τῷ γάλακτι, καὶ διὰ τοῦτο νωθρὰ καὶ καρώδη, ποτὲ δὲ καὶ ἔντρομα καὶ ἀπόπληκτα καὶ σπασμώδη τὰ τρεφόμενα γίνονται βρέφη, καθάπερ συὸς τρύγα προσενεγκαμένης καροῦται καὶ σκοτοῦται τὰ γαλουχούμενα. (13) συμπαθῆ δὲ καὶ φιλόστοργον, ἵνα καὶ τὰ τῆς ὑπηρεσίας ἀόκνως παρέχῃ καὶ ἀγογγύστως. ἔνιαι γὰρ οὕτως ἔχουσιν ἀπαθῶς πρὸς τὸ γαλουχούμενον, ὥστε μηδὲ ἐπὶ πολὺ κλαυθμυρίζοντος αὐτοῦ ποιήσασθαι πρόνοιαν, ἀλλὰ μηδὲ σχηματίσαι τὸ κείμενον, ἐᾶσαι δ’ ἐφ’ ἑνὸς σχήματος, ὥστε πολλάκις διὰ τὴν θλίψιν προκακοπαθοῦν ναρκᾶν τε καὶ φαύλως (14) διατίθεσθαι τὸ νευρῶδες. | ἀόργιστον δέ, ὅτι φύσει συνεξομοιοῦται τὰ τρεφόμενα ταῖς τρεφούσαις καὶ διὰ τοῦτο βαρύθυμα μὲν ἐξ ὀργίλων, ἐπιεικῆ δὲ ἐκ μετρίων γίνεται· καὶ ἄλλως μανιώδεις εἰσὶν αἱ θυμούμεναι καὶ φόβῳ κλαυθμυρίζον ποτὲ τὸ βρέφος ἐπισχεῖν μὴ δυνάμεναι ῥιπτοῦσιν ἐκ τῶν χειρῶν ἢ καταστρέφουσιν ἐπικινδύνως. διόπερ οὐδὲ δεισιδαίμονα δεῖ καὶ θεοφόρητον εἶναι τὴν γαλοῦχον, ἵνα μὴ παραλογισθεῖσά ποτε καὶ μανιωδῶς σαλευθεῖσα κινδύνῳ τὸ βρέφος (15) περιβάλῃ. καθάριον δὲ δεῖ εἶναι τὴν τιτθήν, ἵνα μὴ διὰ τὴν τῶν σπαργάνων ὀσμὴν ὁ στόμαχος ἐκλύηται τῶν νηπίων ἀγρυπνῇ τε διὰ τοὺς ὀδαξησμοὺς ἤ τιν’ ὕστερον ἕλκωσιν ὑπομένῃ. Ἑλληνίδα δέ, χάριν τοῦ τῇ καλλίστῃ διαλέκτῳ ἐθισθῆναι τὸ τρεφόμενον ὑπ’ αὐτῆς.

● Orib. Incert. 31:
Περὶ ἐκλογῆς τιτθῆς. (1) Πρὸ δὲ τούτων πάντων ἐκλεκτέον τὴν τιτθὴν μηδὲ ὁτιοῦν νόσημα ἔχουσαν, ἐπεὶ τὸ ταύτης νόσημα ἕξει τὸ παιδίον, καὶ μήτε ἄγαν (2) νεωτέραν μήτε ἄγαν πρεσβυτέραν. ἔστω δ’ ἡ μὲν νεωτέρα ἕως ἐτῶν κε, ἡ δὲ πρεσβυτέρα ἐτῶν λε· εἰ μὲν γὰρ πάνυ εἴη πρεσβυτέρα, οὔτε ἂν πολὺ ἔχοι γάλα οὔτε χρηστὸν εἴη· εἰ δὲ πάνυ νεωτέρα εἴη, ἔχοι μὲν ἂν γάλα ἱκανόν, οὐκ εἰς τοσοῦτον δ’ εὔπεπτον ὑπάρχει εἰς ὅσον αἱ καθεστηκυῖαι ἤδη· εἰ δ’ ἅμα μὲν ἐν μέσῳ εἴη τῆς ἡλικίας ἡ τιτθή, ἅμα δ’ ὁμῆλιξ οὖσα τύχοι τῇ μητρί, τοῦτο ἂν εἴη μέγιστον τῷ (3) παιδίῳ ἀγαθόν. καὶ στῆθος μέγα ἡ τιτθὴ ἐχέτω, εὐμεγέθης δὲ τῷ σώματι καὶ εὐεκτοῦσα, εὔστερνος, μασθοὺς ἔχουσα συμμέτρους, ἀρρυ- σώτους, θηλὰς μήτε μεγάλας μήτε μικρὰς μήτε στενοτέρας μήτε ἄγαν εὐρυτέρας ἢ σηραγγώδεις· οἱ γὰρ μεγάλοι τιτθοὶ πλέον τοῦ δέοντος παρασκευάζουσι τὸ γάλα, καὶ μένον ἐν αὐτοῖς διαφθείρεται καὶ ἀδικεῖ τὸ βρέφος μετὰ τοῦ καὶ τὴν γυναῖκα βαρύνειν· οἱ δὲ μικροὶ ὀλίγον παρέχουσι τὸ γάλα, καὶ αἱ μὲν μεγάλαι θηλαὶ θλίβουσι τὰ οὖλα καὶ κωλύουσι τὴν γλῶτταν συνεργεῖν τῇ καταπόσει, αἱ δὲ μικραὶ δύσληπτοι, καὶ διὰ τοῦτο κακοπαθεῖ ταῖς σιαγόσι τὰ βρέφη πρὸς τὰς (4) ἐκμυζήσεις, ὡς ταῖς φλεγμοναῖς ἐπιπίπτειν. καὶ αἱ μὲν στεναὶ θηλαὶ οὐ ῥᾳδίως πέμπουσι τὸ γάλα καὶ διὰ τοῦτο κόπον παρέχουσι ταῖς σιαγόσι τῶν βρεφῶν, ἀλλὰ καὶ ἀκοντιζόμενον διὰ τῶν στενῶν πόρων τὸ γάλα πλήττει τὸν ὑπαλείφοντα ὑμένα τὸ στόμα καὶ ἄφθαν γεννᾷ· αἱ δ’ εὐρύτεραι καὶ σηραγγώδεις θηλαὶ ἀθρόον ἀφιεῖσαι τὸ γάλα πνιγμοῦ (5) αἴτιαι γίνονται. πρὸς τούτοις δὲ χρὴ εἶναι τὴν τιτθὴν [οἷον] σώφρονα, ἀμέθυσον, καθαράν, ἀόργητον, εὔχυμον καὶ μὴ ἐπίληπτον. (6) φυλασσέσθω δ’ αὐτὴ ἐνδείας καὶ πλησμονὰς καὶ τάραξιν καὶ στάσιν τὴν ἄγαν τῆς γαστρός· τὸ μὲν γὰρ ἐνδεές, τὸ δὲ περιττωματικόν. ● Mnesiteo in Orib. Incert. 15, 2, 8; 15, 4; 12, 5
● Rufo in Orib. Incert. 13, 3-4.

● Gell. N.A. 12, 1: Atque ubi percontatus est, quam diutinum puerperium et quam laboriosi nixus fuissent, puellamque defessam labore ac uigilia somnum capere cognouit, fabulari instituit prolixius et: ‘nihil’ inquit ‘dubito, quin filium lacte suo nutritura sit.’ [5] Sed cum mater puellae parcendum esse ei diceret adhibendasque puero nutrices, ne ad dolores, quos in enitendo tulisset, munus quoque nutricationis graue ac difficile accederet, ‘oro te,’ inquit ‘mulier, sine eam totam integram matrem esse filii sui. [6] Quod est enim hoc contra naturam inperfectum atque dimidiatum matris genus peperisse ac statim a sese abiecisse? aluisse in utero sanguine suo nescio quid, quod non uideret, non alere nunc suo lacte, quod uideat, iam uiuentem, iam hominem, iam matris officia inplorantem? [7] An tu quoque’ inquit ‘putas naturam feminis mammarum ubera quasi quosdam uenustiores naeuulos non liberum alendorum, sed ornandi pectoris causa dedisse? [8] Sic enim, quod a uobis scilicet abest, pleraeque istae prodigiosae mulieres fontem illum sanctissimum corporis, generis humani educatorem, arefacere et exstinguere cum periculo quoque auersi corruptique lactis laborant, tamquam pulcritudinis sibi insignia deuenustet, quod quidem faciunt eadem uecordia, qua quibusdam commenticiis fraudibus nituntur, ut fetus quoque ipsi in corpore suo concepti aboriantur, ne aequor illud uentris inrugetur ac de grauitate oneris et labore partus fatiscat. [9] Quod cum sit publica detestatione communique odio dignum in ipsis hominem primordiis, dum fingitur, dum animatur, inter ipsas artificis naturae manus interfectum ire, quantulum hinc abest iam perfectum, iam genitum, iam filium proprii atque consueti atque cogniti sanguinis alimonia priuare? [10] ‘”Sed nihil interest,” – hoc enim dicitur – “dum alatur et uiuat, cuius id lacte fiat.” [11] Cur igitur iste, qui hoc dicit, si in capessendis naturae sensibus tam obsurduit, non id quoque nihil interesse putat, cuius in corpore cuiusque ex sanguine concretus homo et coalitus sit? [12] an quia spiritu multo et calore exalbuit, non idem sanguis est nunc in uberibus, qui in utero fuit?

E
Fratellanza di latte
Milk kinship

Plut. Cato Ma. 20, 5: γενομένου δὲ τοῦ παιδὸς οὐδὲν ἦν ἔργον οὕτως ἀναγκαῖον, εἰ μή τι δημόσιον, ὡς μὴ παρεῖναι τῇ γυναικὶ λουούσῃ καὶ σπαργανούσῃ τὸ βρέφος. αὐτὴ γὰρ ἔτρεφεν ἰδίῳ γάλακτι· πολλάκις δὲ καὶ τὰ τῶν δούλων παιδάρια τῷ μαστῷ προσιεμένη, κατεσκεύαζεν εὔνοιαν ἐκ τῆς συντροφίας πρὸς τὸν υἱόν.

● Favor. fr. 38 Barigazzi=156 Amato (anche in Gell. NA, 12, 1, 14-20): Quamobrem non frustra creditum est, sicut ualeat ad fingendas corporis atque animi similitudines uis et natura seminis, non secus ad eandem rem lactis quoque ingenia et proprietates ualere. [15] Neque in hominibus id solum, sed in pecudibus quoque animaduersum. Nam si ouium lacte haedi aut caprarum agni alantur, constat ferme in his lanam duriorem, in illis capillum gigni teneriorem. [16] In arboribus etiam et frugibus maior plerumque uis et potestas est ad earum indolem uel detrectandam uel augendam aquarum atque terrarum, quae alunt, quam ipsius, quod iacitur, seminis, ac saepe uideas arborem laetam et nitentem in locum alium transpositam deterioris terrae suco deperisse. [17] Quae, malum, igitur ratio est nobilitatem istam nati modo hominis corpusque et animum bene ingeniatis primordiis inchoatum insitiuo degenerique alimento lactis alieni corrumpere? praesertim si ista, quam ad praebendum lactem adhibebitis, aut serua aut seruilis est et, ut plerumque solet, externae et barbarae nationis est, si inproba, si informis, si inpudica, si temulenta est; nam plerumque sine discrimine, quaecumque id temporis lactans est, adhiberi solet. [18] Patiemurne igitur infantem hunc nostrum pernicioso contagio infici et spiritum ducere in animum atque in corpus suum ex corpore et animo deterrimo? [19] Id hercle ipsum est, quod saepenumero miramur, quosdam pudicarum mulierum liberos parentum suorum neque corporibus neque animis similes existere. [20] Scite igitur et perite noster Maro, quod cum uersus illos Homeri consectaretur:

οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς,
οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα
πέτραι τ’ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής,

non partionem solam tamquam ille, quem sequebatur, sed alituram quoque feram et saeuam criminatus est; addidit enim hoc de suo:

Hyrcanaeque admorunt ubera tigres,

quoniam uidelicet in moribus inolescendis magnam fere partem ingenium altricis et natura lactis tenet, quae iam a principio imbuta paterni seminis concretione ex matris etiam corpore et animo recentem indolem configurat.

F
Lactatio mascula
Male breastfeeding

Aristot. HA, 1 12, 493a: Πρῶτον μὲν μετὰ τὸν αὐχένα ἐν τοῖς προσθίοις στῆθος διφυὲς μαστοῖς. Τούτων ἡ θηλὴ διφυής, δι’ ἧς τοῖς θήλεσι τὸ γάλα διηθεῖται· ὁ δὲ μαστὸς μανός. Ἐγγίνεται δὲ καὶ τοῖς ἄρρεσι γάλα· ἀλλὰ πυκνὴ ἡ σὰρξ τοῖς ἄρρεσι, ταῖς δὲ γυναιξὶ σομφὴ καὶ πόρων μεστή. ● 3 20, 522a : Οὐ γίνεται δὲ γάλα, πρὶν ἢ ἔγκυον γένηται, οὐδενὶ τῶν ζῴων ὡς ἐπὶ τὸ πολύ. Ὅταν δ’ ἔγκυον ᾖ, γίνεται μέν, ἄχρηστον δὲ τὸ πρῶτον καὶ ὕστερον. Μὴ ἐγκύοις δ’ οὔσαις ὀλίγον μὲν ἀπ’ ἐδεσμάτων τινῶν, οὐ μὴν ἀλλὰ καὶ βδαλλομέναις ἤδη πρεσβυτέραις προῆλθε, καὶ τοσοῦτον ἤδη τισὶν ὥστ’ ἐκτιτθεῦσαι
παιδίον.

Artemid. Onir. 1, 16: Εἰ δέ τις ὥσπερ οἱ παῖδες ἐν σπαργάνοις εἶναι δόξειε καὶ γάλα λαμβάνειν παρά τινος γυναικὸς γνωρίμης ἢ οὐ γνωρίμης, νόσον νοσήσει μακράν, εἰ μὴ γυναῖκα ἔχοι ἔγκυον· τότε γὰρ αὐτῷ γενόμενος ὅμοιος ὁ παῖς τοῦτον τὸν τρόπον ἀνατραφήσεται· γυναικὶ δ’ ἰδούσῃ θυγάτριον ἐσόμενον προαγορεύει. εἰ δέ τις ἐν δεσμοῖς ὢν ἴδοι τὸν ὄνειρον τοῦτον, προσεπισωρεύσει αὐτῷ τὸ δαιμόνιον καὶ ἄλλα τινὰ κακὰ πρὸς τῷ μὴ ἀπολυθῆναι. οὐκ ἄλογον δὲ οὐδὲ κατὰ τὴν νόσον· ἀσθενεῖς γάρ εἰσιν οἱ ἐν γάλακτι παῖδες· καὶ μὲν δὴ καὶ οἱ τέλειοι, ὅταν νοσοῦντες τροφῇ μὴ δύνωνται χρῆσθαι, γάλακτι χρῶνται. τὸ δὲ δοκεῖν ἐν τοῖς ἰδίοις μασθοῖς γάλα ἔχειν γυναικὶ μὲν νέᾳ συλλαβεῖν σημαίνει καὶ τελεσφορῆσαι καὶ ἀποτεκεῖν, πρεσβύτιδι δὲ πενιχρᾷ οὔσῃ εὐπορίαν, πλουσίᾳ δὲ δαπάνας, παρθένῳ δὲ ὡραίᾳ μὲν οὔσῃ γάμον προαγορεύει· οὐ γὰρ ἄνευ συνουσίας [ἀφροδισίου] γάλα ἄν ποτε σχοίη.

● Nonn. Dion. 26,51ss.:
συνεστρατόωντο δὲ λαοί,
ὅσσοι Κῦρα νέμοντο καὶ Ἰνδῴου ποταμοῖο
Βαίδιον Ὀμβηλοῖο παρὰ πλατὺ βάρβαρον ὕδωρ,
καὶ Ῥοδόην εὔπυργον, ἀρειμανέων πέδον Ἰνδῶν,
καὶ κραναὸν Προπάνισον, ὅσοι τ’ ἔχον ἄντυγα νήσου
Γραιάων, ὅθι παῖδες ἐθήμονος ἀντὶ τεκούσης
ἄρσενα μαζὸν ἔχουσι γαλακτοφόρου γενετῆρος,
χείλεσιν ἀκροτάτοισιν ὑποκλέπτοντες ἐέρσην·

Modern Sources

B
De Martino 1959: La nascita dell’infante inaugura un’altra importante serie di vicende magiche relative ai rischi della puerpera e dell’infante. […] I rischi maggiori, e quindi più largamente rappresentati nella ideologia tradizionale, concernono l’allattamento. […] in rapporto con l’estrema importanza del latte materno in un ambiente in cui tale mancanza significa per l’infante deperimento malattia e morte, i seni turgidi sono naturale oggetto di invidia da parte di altre mamme, e e questo sguardo invidioso ruba il latte e secca le mammelle, è “malocchio” più o meno intenzionale in una delle sue accezioni tipiche. La mamme perciò sorvegliano il turgore del loro seno e lo proteggono dalla carica di invidia che è nell’aria, e che minaccia, in occasioni tradizionalmente fissate, di rubare il loro latte.

D
Pitrè 2, 190-198: Da noi [in Sicilia] la nutrice si fa venire e si tiene in casa, e si considera come una della famiglia. La ricerca di questa donna, salvo anche qui i casi eccezionali, si fa presso una mezzana o sensala di nutrici. […] Voi avete chiesto una balia di tre mesi, il cui marito sia lontano, che non abbia appendici, e che nutrichi di netto: e la sensala vi offre, con parecchie altre nutrici di riserva, una donna sgravata di tre mesi meno un giorno, senza marito, senza un parente, la quale in tre altri baliatici (nurrizzati) non fu mai mestruata. A prova di che ella si presenta con un bel bambino in braccio, vestita di nero e un po’ dimessamente. Slacciata la veste e mostrato il seno, le sue mammelle son colme di latte. Esaminato questo, è trovato più o meno buono, ed ella viene senz’altro ritenuta.

F
Lionetti 1984.

Oral Tradition

Audio

Video

Other Cultures

Documents

Reviews

Be the first to review “Breastfeeding ⸱ Allattamento”

Your email address will not be published. Required fields are marked *