somdn_product_page

Horn ∙ Corno

Kέρας, Cornu, klaxon, bocina, Horn
Category:

Wind instrument invented by the Tyrrhenians from cow horns. It is used, in the Greek context, for military purpose, in the Latin context, at funerals, to gather the centuriata comitia, and for the breed of swine.

Strumento a fiato inventato dai Tirreni e fabbricato con corna bovine. Risulta usato, in ambito greco, per le segnalazioni militari, in ambito latino, nei funerali, per riunire i comizi centuriati e per l’allevamento dei suini.

Auctores

A
Corno in ambito militare
Horn in the military

• ἐπειδὰν δὲ σημήνῃ τῷ κέρατι ὡς ἀναπαύεσθαι, συσκευάζεσθε·
(X. An. 2.2.4)

B
Corno come invenzione dei Tirreni
Horn invented by the Tyrrhenians

• Τυρρηνῶν δ᾽ ἐστὶν εὕρημα κέρατά τε καὶ σάλπιγγες.
(Ath. 4.184a)

• καὶ κέρατι μὲν αὐλεῖν Τυρρηνοὶ νομίζουσι.
(Poll. 4.76)

• At saeva e speculis tempus dea nacta nocendi
ardua tecta petit stabuli et de culmine summo
pastorale canit signum cornuque recurvo
Tartaream intendit vocem, qua protinus omne
contremuit nemus et silvae insonuere profundae;
(Verg. Aen. 7.511-515)

C
Suono rauco
Raspy sound

• aereaque adsensu conspirant cornua rauco.
(Verg. Aen. 7.615)

• Ut belli signum Laurenti Turnus ab arce
extulit et rauco strepuerunt cornua cantu,
(Verg. Aen. 8.1-2)

D
Corno come appendice dell’aulo frigio
Horn as extension of the Phrygian aulos

• ἔλυμος, τὴν μὲν ὕλην πύξινος, τὸ δ’ εὕρημα Φρυγῶν· κέρας δ’ ἑκατέρῳ τῶν αὐλῶν ἀνανεῦον πρόσεστιν,
(Poll. 4.74)

• ἀλλὰ σύ, ὦ τολμηρότατε, καὶ τὴν Ῥέαν αὐτὴν γραῦν ἤδη καὶ μητέρα τοσούτων θεῶν οὖσαν ἀνέπεισας παιδεραστεῖν καὶ τὸ Φρύγιον μειράκιον ποθεῖν, καὶ νῦν ἐκείνη μέμηνεν ὑπὸ σοῦ καὶ ζευξαμένη τοὺς λέοντας, παραλαβοῦσα καὶ τοὺς Κορύβαντας ἅτε μανικοὺς καὶ αὐτοὺς ὄντας, ἄνω καὶ κάτω τὴν Ἴδην περιπολοῦσιν, ἡ μὲν ὀλολύζουσα ἐπὶ τῷ Ἄττῃ, οἱ Κορύβαντες δὲ ὁ μὲν αὐτῶν τέμνεται ξίφει τὸν πῆχυν, ὁ δὲ ἀνεὶς τὴν κόμην ἵεται μεμηνὼς διὰ τῶν ὀρῶν, ὁ δὲ αὐλεῖ τῷ κέρατι, ὁ δὲ ἐπιβομβεῖ τῷ τυμπάνῳ ἢ ἐπικτυπεῖ τῷ κυμβάλῳ, καὶ ὅλως θόρυβος καὶ μανία τὰ ἐν τῇ Ἴδῃ ἅπαντά ἐστι.
(Luc. DDeor. 12.1)

• Multis raucisonos efflabant cornua bombos
Catull. carm. 64.263

E
Crescita e cottura del corno
Growth and cooking of the horn

• ἀπὸ δὲ τῶν ἄλλων ὀργάνων οἱ τῶν κεράτων ἦχοι πυκνοὶ καὶ συνεχεῖς πρὸς τὸν ἀέρα προσπίπτοντες ποιοῦσι τὰς φωνὰς ἀμαυράς· διὸ δεῖ τὸ κέρας τὴν φύσιν ἔχειν τῆς αὐξήσεως ὁμαλὴν καὶ λείαν καὶ μὴ ταχέως ἐκδεδραμηκυῖαν. ἀνάγκη γὰρ μαλακώτερα καὶ χαυνότερα γίγνεσθαι τὰ τοιαῦτα τῶν κεράτων, ὥστε τοὺς ἤχους διασπᾶσθαι καὶ μὴ συνεχεῖς ἐκπίπτειν δι’ αὐτῶν μηδὲ γεγωνεῖν ὁμοίως διὰ τὴν μαλακότητα καὶ τὴν ἀραιότητα τῶν πόρων. μηδὲ πάλιν εἶναι δυσαυξῆ τὴν φύσιν, μηδὲ τὴν σύμφυσιν ἔχειν πυκνὴν καὶ σκληρὰν καὶ δύσφορον· καθ’ ὅ τι γὰρ ἂν προσκόψῃ φερόμενος ὁ ἦχος, αὐτοῦ λαμβάνει τὴν κατάπαυσιν καὶ οὐκέτι περαιοῦται πρὸς τὸν ἔξω τόπον, ὥστε κωφοὺς καὶ ἀνωμάλους ἐκπίπτειν τοὺς ἤχους ἐκ τῶν τοιούτων κεράτων. ὅτι δὲ ἡ φορὰ γίγνεται κατὰ τὴν εὐθυπορίαν, φανερόν ἐστιν ἐπὶ τῶν ἱστῶν καὶ ὅλως ἐπὶ τῶν ξύλων τῶν μεγάλων, ὅταν αὐτὰ βασανίζωσιν. ὅταν γὰρ κρούσωσιν ἐκ τοῦ ἑτέρου ἄκρου, κατὰ τὸ ἕτερον ὁ ἦχος φέρεται συνεχής, ἐὰν μή τι ἔχῃ σύντριμμα τὸ ξύλον· εἰ δὲ μή, μέχρι τούτου προελθὼν αὐτοῦ καταπαύεται διασπασθείς. περικάμπτει δὲ καὶ τοὺς ὄζους, καὶ οὐ δυνατὸς δι’ αὐτῶν εὐθυπορεῖν. κατάδηλον δὲ τοῦτό ἐστι καὶ ἐπὶ τῶν χαλκείων, ὅταν ῥινῶσι τὰς ἀπηρτημένας στολίδας τῶν ἀνδριάντων ἢ τὰ πτερύγια, τῷ συμμύειν· διὸ ῥοῖζον καὶ πολὺν ἦχον ἀφιᾶσι καὶ ψόφον. ἂν δέ τις αὐτὰ ταινίᾳ διαδήσῃ, παύεσθαι συμβαίνει τὸν ἦχον· ἕως γὰρ τούτου προελθὼν ὁ τρόμος, ὅταν προσκόψῃ πρὸς τὸ μαλακόν, αὐτοῦ ποιεῖται τὴν κατάπαυσιν. πολὺ δὲ καὶ ἡ ὄπτησις ἡ τῶν κεράτων συμβάλλεται καὶ πρὸς εὐφωνίαν. μᾶλλον μὲν γὰρ κατοπτηθέντα παραπλήσιον τὸν ἦχον ἔχουσι τῷ κεράμῳ διὰ τὴν σκληρότητα καὶ τὴν σύγκαυσιν· ἐὰν δέ τις αὐτὰ καταδεέστερον ὀπτήσῃ, ἁπαλώτερον μὲν ἀφίησι διὰ τὴν μαλακότητα τὸν ἦχον, οὐ δύναται δὲ γεγωνεῖν ὁμοίως. διὸ καὶ τὰς ἡλικίας ἐκλέγονται· τὰ μὲν γὰρ τῶν γερόντων ἐστὶ ξηρὰ καὶ πεπωρωμένα καὶ χαῦνα, τὰ δὲ τῶν νέων ἁπαλὰ παντελῶς καὶ πολλὴν ἔχοντα ἐν αὑτοῖς ὑγρασίαν. δεῖ δὲ εἶναι, καθάπερ εἴρηται, τὸ κέρας ξηρὸν καὶ πυκνὸν ὁμαλῶς καὶ εὐθύπορον καὶ λεῖον. οὕτω γὰρ ἂν μάλιστα συμβαίνοι καὶ τοὺς ἤχους πυκνοὺς καὶ λείους καὶ ὁμαλοὺς φέρεσθαι δι’ αὐτῶν, καὶ τοῦ ἔξωθεν ἀέρος τὰς πληγὰς γίγνεσθαι τοιαύτας, ἐπεὶ καὶ τῶν χορδῶν εἰσὶν αἱ λειόταται βέλτισται καὶ τοῖς πᾶσιν ὁμαλώταται, καὶ τὴν κατεργασίαν ἔχουσι πάντοθεν ὁμοίαν, καὶ τὰς συμβολὰς ἀδήλους τὰς τῶν νεύρων· οὕτω γὰρ συμβαίνει καὶ ταύτας ποιεῖσθαι τὰς τοῦ ἀέρος πληγὰς ὁμοιοτάτας.
([Arist.] Aud. 802a.17-b.18)

F
Nei riti funebri
In funerals

• […] At hic, si plostra ducenta
concurrantque foro tria funera magna, sonabit
cornua quod vincatque tubas:
(Hor. sat. 1.6.42-44)

• Consonuere cornicines funebri strepitu.
(Petron. 78.6)

G
Per riunire i comizi centuriati
To gather the centuriata comitia

• Eorum autem alia esse curiata, alia centuriata; curiata per lictorem curiatum calari, id est convocari, centuriata per cornicinem.
(Gell. 15.27.2)

• τεκμήριον δὲ τούτου παρέχουσιν, ὅτι τοὺς μὲν πατρικίους, ὁπότε δόξειε τοῖς βασιλεῦσι συγκαλεῖν, οἱ κήρυκες ἐξ ὀνόματός τε καὶ πατρόθεν ἀνηγόρευον, τοὺς δὲ δημοτικοὺς ὑπηρέται τινὲς ἀθρόους κέρασι βοείοις ἐμβυκανῶντες ἐπὶ τὰς ἐκκλησίας συνῆγον. ἔστι δὲ οὔτε ἡ τῶν κηρύκων ἀνάκλησις τῆς εὐγενείας τῶν πατρικίων τεκμήριον, οὔτε ἡ τῆς βυκάνης φωνὴ τῆς ἀγνωσίας τῶν δημοτικῶν σύμβολον, ἀλλ᾽ ἐκείνη μὲν τιμῆς, αὕτη δὲ τάχους. οὐ γὰρ οἷόντε ἦν ἐν ὀλίγῳ χρόνῳ τὴν πληθὺν καλεῖν ἐξ ὀνόματος.
(Dionys. Antiquitates Romanae 2.8.4)

H
Per l’allevamento dei suini
For the breed of swine

• Subulcus debet consuefacere, omnia ut faciant ad bucinam. Primo cum incluserunt, cum bucinatum est, aperiunt, ut exire possint in eum locum, ubi hordeum fusum in longitudine. Sic enim minus disperit, quam si in acervo positum, et plures facilius accedunt. Ideo ad bucinam convenire dicuntur, ut silvestri loco dispersi ne dispereant.
(Varro, rust. 2.4.20)

• δοκεῖ γε μὴν πάντ᾽ εἶναι τὰ ζῷα κατὰ τὴν νῆσον ἄγρια διὰ τοιαύτην αἰτίαν. οὐ δύνανται κατὰ τὰς νομὰς συνακολουθεῖν οἱ ποιμαίνοντες τοῖς θρέμμασι διὰ τὸ σύνδενδρον καὶ κρημνώδη καὶ τραχεῖαν εἶναι τὴν νῆσον· ἀλλ᾽ ὅταν βούλωνται συναθροῖσαι, κατὰ τοὺς εὐκαίρους τόπους ἐφιστάμενοι τῇ σάλπιγγι συγκαλοῦσι τὰ ζῷα, καὶ πάντα πρὸς τὴν ἰδίαν ἀδιαπτώτως συντρέχει σάλπιγγα. λοιπὸν ὅταν τινὲς προσπλεύσαντες πρὸς τὴν νῆσον αἶγας ἢ βοῦς θ εάσωνται νεμομένας ἐρήμους, κἄπειτα βουληθῶσι καταλαβεῖν, οὐ προσίεται τὰ ζῷα διὰ τὴν ἀσυνήθειαν, ἀλλὰ φεύγει. ὅταν δὲ καὶ συνιδὼν ὁ ποιμὴν τοὺς ἀποβαίνοντας σαλπίσῃ, προτροπάδην ἅμα φέρεται καὶ συντρέχει πρὸς τὴν σάλπιγγα. διὸ φαντασίαν ἀγρίων ποιεῖ· ὑπὲρ ὧν Τίμαιος κακῶς καὶ παρέργως ἱστορήσας ἐσχεδίασε. τὸ δὲ τῇ σάλπιγγι πειθαρχεῖν οὐκ ἔστι θαυμάσιον· καὶ γὰρ κατὰ τὴν Ἰταλίαν οἱ τὰς ὗς τρέφοντες οὕτω χειρίζουσι τὰ κατὰ τὰς νομάς. οὐ γὰρ ἕπονται κατὰ πόδας οἱ συοφορβοὶ τοῖς θρέμμασιν, ὥσπερ παρὰ τοῖς Ἕλλησιν, ἀλλὰ προηγοῦνται φωνοῦντες τῇ βυκάνῃ κατὰ διάστημα, τὰ δὲ θρέμματα κατόπιν ἀκολουθεῖ καὶ συντρέχει πρὸς τὴν φωνήν, καὶ τηλικαύτη γίνεται συνήθεια τοῖς ζῴοις πρὸς τὴν ἰδίαν βυκάνην ὥστε θαυμάζειν καὶ δυσπαραδέκτως ἔχειν τοὺς πρώτους ἀκούσαντας. διὰ γὰρ τὴν πολυχειρίαν καὶ τὴν λοιπὴν χορηγίαν μεγάλα συμβαίνει τὰ συβόσια κατὰ τὴν Ἰταλίαν ὑπάρχειν, καὶ μάλιστα τὴν Γαλατίαν, ὥστε τὴν μίαν τοκάδα χιλίους ἐκτρέφειν ὗς, ποτὲ δὲ καὶ πλείους. διὸ καὶ κατὰ γένη ποιοῦνται καὶ καθ᾽ ἡλικίαν τὰς ἐκ τῶν νυκτερευμάτων ἐξαγωγάς. ὅθεν εἰς τὸν αὐτὸν τόπον προαγομένων καὶ πλειόνων συστημάτων οὐ δύνανται ταῦτα κατὰ γένη τηρεῖν, ἀλλά γε συμπίπτει κατά τε τὰς ἐξελασίας καὶ νομὰς ἀλλήλοις, ὁμοίως δὲ κατὰ τὰς προσαγωγάς. ἐξ ὧν αὐτοῖς ἐπινενόηται πρὸς τὸ διακρίνειν, ὅταν συμπέσῃ, χωρὶς κόπου καὶ πραγματείας τὸ κατὰ βυκάνην. ἐπειδὰν γὰρ τῶν νεμόντων ὁ μὲν ἐπὶ τοῦτο τὸ μέρος προάγῃ φωνῶν, ὁ δ᾽ ἐφ᾽ ἕτερον ἀποκλίνας, αὐτὰ δι᾽ αὑτῶν χωρίζεται τὰ θρέμματα καὶ κατακολουθεῖ ταῖς ἰδίαις βυκάναις μετὰ τοιαύτης προθυμίας ὥστε μὴ δυνατὸν εἶναι βιάσασθαι μηδὲ κωλῦσαι μηδενὶ τρόπῳ τὴν ὁρμὴν αὐτῶν.
(Plb. 12.4.1-12)

Modern Sources

Oral Tradition

Audio

Video

Other Cultures

Documents

Reviews

Be the first to review “Horn ∙ Corno”

Your email address will not be published. Required fields are marked *